Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.283 Joseph. AJ 7.287 (English) >>Joseph. AJ 7.291

7.285διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ τὸν Ἀβενῆρον ἐφόνευσεν. ἀλλʼ ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος, τοῦ δʼ Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα. 7.286ἀποκτείνας δὲ τὸν συστράτηγον ἐδίωκε τὸν Σαβαῖον καταλιπὼν ἕνα πρὸς τῷ νεκρῷ βοᾶν ἐντειλάμενος πρὸς τὴν στρατιάν, ὅτι τέθνηκεν Ἀμασᾶς δικαίως καὶ μετʼ αἰτίας κολαζούσης· εἰ δὲ φρονεῖτε τὰ τοῦ βασιλέως, ἕπεσθε τῷ στρατηγῷ αὐτοῦ Ἰωάβῳ καὶ 7.287Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ.” κειμένου δὲ τοῦ σώματος ἐπὶ τῆς ὁδοῦ καὶ παντὸς τοῦ πλήθους ἐπʼ αὐτῷ συρρέοντος καὶ οἷον ὄχλος φιλεῖ ἐθαύμαζον ἠλέουν προϊστάμενοι· βαστάσας δʼ ἐκεῖθεν φύλαξ καὶ κομίσας εἴς τι χωρίον ἀπωτάτω τῆς ὁδοῦ τίθησιν αὐτόθι καὶ καλύπτει ἱματίῳ. τούτου γενομένου πᾶς λαὸς ἠκολούθησε τῷ Ἰωάβῳ. 7.288διώξαντι δʼ αὐτῷ διὰ πάσης τῆς Ἰσραηλιτῶν χώρας τὸν Σαβαῖον δηλοῖ τις ἐν ὀχυρᾷ πόλει τυγχάνειν Ἀβελωχέᾳ λεγομένῃ. παραγενόμενος δʼ ἐκεῖ καὶ τῇ στρατιᾷ περικαθίσας τὴν πόλιν καὶ χαράκωμα περὶ αὐτὴν πηξάμενος ὑπορύσσειν ἐκέλευσε τοῖς στρατιώταις τὰ τείχη καὶ καταβάλλειν αὐτά· μὴ δεξαμένων γὰρ αὐτὸν τῶν ἐν τῇ πόλει χαλεπῶς πρὸς αὐτοὺς διετέθη. 7.289

Γύναιον δέ τι σῶφρον καὶ συνετὸν ἐν ἐσχάτοις ἤδη τὴν πατρίδα κειμένην θεασάμενον ἀναβὰν ἐπὶ τὸ τεῖχος προσκαλεῖται διὰ τῶν ὁπλιτῶν τὸν Ἰώαβον. προσελθόντος δʼ ἤρξατο λέγειν, ὡς θεὸς τοὺς βασιλεῖς καὶ τοὺς στρατηγοὺς ἀποδείξειεν, ἵνα τοὺς πολεμίους τοὺς Ἑβραίων ἐξαιρῶσι καὶ παρέχωσιν αὐτοῖς εἰρήνην ἀπʼ αὐτῶν· σὺ δὲ σπουδάζεις μητρόπολιν Ἰσραηλιτῶν καταβαλεῖν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.283 Joseph. AJ 7.287 (English) >>Joseph. AJ 7.291

Powered by PhiloLogic